Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.216 Joseph. AJ 13.220 (English) >>Joseph. AJ 13.225

13.218

Μετʼ οὐ πολὺ δὲ τῆς αἰχμαλωσίας τῆς Δημητρίου τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, ὃς καὶ Θεὸς ἐπεκλήθη, Τρύφων διέφθειρεν ἐπιτροπεύων αὐτοῦ τέσσαρα βασιλεύσαντα ἔτη. καὶ τὸν μέν, ὡς χειριζόμενος ἀποθάνοι, διήγγειλεν· 13.219τοὺς δὲ φίλους καὶ τοὺς οἰκειοτάτους διέπεμπε πρὸς τοὺς στρατιώτας, ἐπαγγελλόμενος αὐτοῖς χρήματα πολλὰ δώσειν, εἰ βασιλέα χειροτονήσουσιν αὐτόν, Δημήτριον μὲν ὑπὸ Πάρθων αἰχμάλωτον γεγονέναι μηνύων, τὸν δʼ ἀδελφὸν αὐτοῦ Ἀντίοχον παρελθόντα εἰς τὴν ἀρχὴν πολλὰ ποιήσειν αὐτοῖς κακὰ τῆς ἀποστάσεως ἀμυνόμενον. 13.220οἱ δʼ ἐλπίσαντες εὐπορίαν ἐκ τῆς Τρύφωνι δοθείσης βασιλείας ἀποδεικνύουσιν αὐτὸν ἄρχοντα. γενόμενος δὲ τῶν πραγμάτων ἐγκρατὴς Τρύφων διέδειξεν τὴν αὐτοῦ φύσιν οὖσαν πονηράν· ἰδιώτης μὲν γὰρ ὢν ἐθεράπευεν τὸ πλῆθος καὶ μετριότητα ὑπεκρίνατο δελεάζων αὐτὸ τούτοις εἰς ἅπερ ἐβούλετο, τὴν δὲ βασιλείαν λαβὼν ἀπεδύσατο τὴν ὑπόκρισιν καὶ ἀληθὴς Τρύφων ἦν. 13.221τοὺς οὖν ἐχθροὺς διὰ ταῦτʼ ἐποίει κρείττονας· τὸ μὲν γὰρ στρατιωτικὸν αὐτὸν μισοῦν ἀφίστατο πρὸς Κλεοπάτραν τὴν Δημητρίου γυναῖκα τότε ἐν Σελευκείᾳ μετὰ τῶν τέκνων ἐγκεκλεισμένην. 13.222ἀλωμένου δὲ καὶ Ἀντιόχου τοῦ Δημητρίου ἀδελφοῦ, ὃς ἐπεκαλεῖτο Σωτήρ, καὶ μηδεμιᾶς αὐτὸν πόλεως δεχομένης διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν Κλεοπάτρα καλοῦσα πρὸς αὐτὴν ἐπί τε γάμῳ καὶ βασιλείᾳ. ἐκάλει δὲ τὸν Ἀντίοχον ἐπὶ τούτοις ἅμα μὲν τῶν φίλων αὐτὴν ἀναπεισάντων, ἅμα δὲ καὶ τὴν πόλιν ἐνδιδόντων τινῶν ἐκ τῆς Σελευκείας τῷ Τρύφωνι δείσασα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.216 Joseph. AJ 13.220 (English) >>Joseph. AJ 13.225

Powered by PhiloLogic